Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.101.4 Hdt. 8.104.1 (English) >>Hdt. 8.106.2

8.102.3 ἢν γὰρ σύ τε περιῇς καὶ οἶκος σός, πολλοὺς πολλάκις ἀγῶνας δραμέονται περὶ σφέων αὐτῶν οἱ Ἕλληνες. Μαρδονίου δέ, ἤν τι πάθῃ, λόγος οὐδεὶς γίνεται, οὐδέ τι νικῶντες οἱ Ἕλληνες νικῶσι, δοῦλον σὸν ἀπολέσαντες· σὺ δέ, τῶν εἵνεκα τὸν στόλον ἐποιήσαο, πυρώσας τὰς Ἀθήνας ἀπελᾷς.”

ch. 103 8.103.1 ἥσθη τε δὴ τῇ συμβουλίῃ Ξέρξης· λέγουσα γὰρ ἐπετύγχανε τά περ αὐτὸς ἐνόεε. οὐδὲ γὰρ εἰ πάντες καὶ πᾶσαι συνεβούλευον αὐτῷ μένειν, ἔμενε ἂν δοκέειν ἐμοί· οὕτω καταρρωδήκεε. ἐπαινέσας δὲ τὴν Ἀρτεμισίην, ταύτην μὲν ἀποστέλλει ἄγουσαν αὐτοῦ παῖδας ἐς Ἔφεσον· νόθοι γάρ τινες παῖδές οἱ συνέσποντο.

ch. 104 8.104.1 συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον, γένος μὲν ἐόντα Πηδασέα, φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέι· οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ· ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι· ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν, τότε ἱρείη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν. τοῦτο δέ σφι δὶς ἤδη ἐγένετο.

ch. 105 8.105.1 ἐκ τούτων δὴ τῶν Πηδασέων Ἑρμότιμος ἦν τῷ μεγίστη τίσις ἤδη ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν. ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Πανιώνιος ἀνὴρ Χῖος, ὃς τὴν ζόην κατεστήσατο ἀπʼ ἔργων ἀνοσιωτάτων· ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους, ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημάτων μεγάλων.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.101.4 Hdt. 8.104.1 (English) >>Hdt. 8.106.2

Powered by PhiloLogic